Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.322 Joseph. AJ 12.327 (English) >>Joseph. AJ 12.332

12.325καὶ ἐξ ἐκείνου μέχρι τοῦ δεῦρο τὴν ἑορτὴν ἄγομεν καλοῦντες αὐτὴν φῶτα ἐκ τοῦ παρʼ ἐλπίδας οἶμαι ταύτην ἡμῖν φανῆναι τὴν ἐξουσίαν τὴν προσηγορίαν θέμενοι τῇ ἑορτῇ. 12.326τειχίσας δʼ ἐν κύκλῳ τὴν πόλιν καὶ πρὸς τὰς ἐπιδρομὰς τῶν πολεμίων πύργους οἰκοδομησάμενος ὑψηλοὺς φύλακας ἐν αὐτοῖς ἐγκατέστησεν, καὶ τὴν Βεθσούραν δὲ πόλιν ὠχύρωσεν, ὅπως ἀντὶ φρουρίου αὐτῇ πρὸς τὰς ἀπὸ τῶν πολεμίων ἀνάγκας ἔχῃ χρῆσθαι. 12.327

Τούτων οὕτως γενομένων τὰ πέριξ ἔθνη πρὸς τὴν ἀναζωπύρησιν καὶ τὴν ἰσχὺν τῶν Ἰουδαίων χαλεπῶς διακείμενα πολλοὺς ἐπισυνιστάμενα διέφθειρεν ἐνέδραις καὶ ἐπιβουλαῖς αὐτῶν ἐγκρατῆ γιγνόμενα. πρὸς τούτους πολέμους συνεχεῖς ἐκφέρων Ἰούδας ἐπέχειν αὐτοὺς τῆς καταδρομῆς καὶ ὧν ἐποίουν κακῶς τοὺς Ἰουδαίους ἐπειρᾶτο. 12.328καὶ τοῖς Ἠσαῦ υἱοῖς Ἰδουμαίοις ἐπιπεσὼν κατὰ τὴν Ἀκραβατηνὴν πολλοὺς αὐτῶν ἀπέκτεινεν καὶ ἐσκύλευσεν. συγκλείσας δὲ καὶ τοὺς υἱοὺς τοῦ Βαάνου λοχῶντας τοὺς Ἰουδαίους περικαθίσας ἐπολιόρκει καὶ τούς τε πύργους αὐτῶν ἐνεπίμπρα καὶ τοὺς ἄνδρας διέφθειρεν. 12.329ἔπειτʼ ἐκεῖθεν ἐπὶ τοὺς Ἀμμανίτας ἐξώρμησεν δύναμιν μεγάλην καὶ πολυάνθρωπον ἔχοντας, ὧν ἡγεῖτο Τιμόθεος. χειρωσάμενος δὲ καὶ τούτους τὴν Ἰαζωρῶν ἐξαιρεῖ πόλιν, καὶ τάς τε γυναῖκας αὐτῶν καὶ τὰ τέκνα λαβὼν αἰχμαλώτους καὶ τὴν πόλιν ἐμπρήσας εἰς τὴν Ἰουδαίαν ὑπέστρεψεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.322 Joseph. AJ 12.327 (English) >>Joseph. AJ 12.332

Powered by PhiloLogic